Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.82 Joseph. AJ 20.87 (English) >>Joseph. AJ 20.92

20.85καὶ τοῦτον μέγιστον ἡγησάμενος ἔχειν σύμμαχον κατατίθεται μὲν τὰ τέκνα καὶ τὰς γυναῖκας εἰς τὰ τῶν φρουρίων ἀσφαλέστατα, τὸν σῖτον δὲ πάντα μὲν τὸν εἰς τὰς βάρεις ἐμπίπρησιν τόν τε χόρτον καὶ τὰς νομάς, ταῦτά τε προευτρεπισάμενος ἐξεδέχετο τοὺς πολεμίους. 20.86παραγενομένου δὲ τοῦ Πάρθου μετὰ πολλῆς δυνάμεως πεζῶν τε καὶ ἱππέων θᾶττον ἐλπίδος, ὥδευσε γὰρ συντόνως, βαλλομένου τε χάρακα πρὸς τῷ ποταμῷ τῷ τὴν Ἀδιαβηνὴν καὶ τὴν Μηδίαν ὁρίζοντι, τίθησι καὶ Ἰζάτης τὸ στρατόπεδον οὐκ ἄπωθεν ἔχων περὶ αὐτὸν ἱππεῖς τὸν ἀριθμὸν ἑξακισχιλίους. 20.87ἀφικνεῖται δὲ πρὸς τὸν Ἰζάτην ἄγγελος παρὰ τοῦ Πάρθου πεμφθείς, ὃς τὴν Πάρθων δύναμιν ὅση τίς ἐστιν ἤγγελλεν ἀπὸ Εὐφράτου ποταμοῦ μέχρι Βάκτρων τοὺς ὅρους αὐτῆς τιθέμενος καὶ τοὺς ὑπηκόους αὐτῆς βασιλέας καταλέγων. 20.88ἠπείλει δὲ δώσειν αὐτὸν δίκας ἀχάριστον περὶ δεσπότας τοὺς ἑαυτοῦ γενόμενον, καὶ ῥύεσθαι τῶν βασιλέως αὐτὸν χειρῶν οὐδὲ τὸν θεὸν ὃν σέβει δυνήσεσθαι. 20.89ταῦτα τοῦ ἀγγέλου φράσαντος Ἰζάτης εἰδέναι μὲν τὴν Πάρθων δύναμιν ἔφη πολὺ τῆς αὐτοῦ διαφέρουσαν, γινώσκειν δʼ οὖν ἔτι μᾶλλον πάντων ἀνθρώπων ἔλεγεν κρείσσω τὸν θεόν. καὶ τοιαύτην δοὺς τὴν ἀπόκρισιν ἐπὶ τὴν ἱκετείαν ἐτρέπετο τοῦ θεοῦ, χαμαί τε ῥίψας αὑτὸν καὶ σποδῷ τὴν κεφαλὴν καταισχύνας μετὰ γυναικὸς καὶ τέκνων ἐνήστευεν ἀνακαλῶν τὸν θεὸν καὶ λέγων,


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.82 Joseph. AJ 20.87 (English) >>Joseph. AJ 20.92

Powered by PhiloLogic